Ancient Greek
35.9 to 35.10
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.9-10
Not analysed yet
δι’ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου κτίσῃ ὁ θεός. καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἠθέλησε ποιῆσαι. ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων.