Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.16
Not analysed yet
Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς πολλάκις ἐνετρέψαμεν αὐτούς, καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ. πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφροσύνην. οὗτοι δὲ διὰ πάντων ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες εἰς ἀναίρεσιν τῆς τοῦ λόγου θεότητος ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ ἀντιχρίστου γενόμενοι. διὸ καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς ἐκκλησίας.