Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.17
Not analysed yet
λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων καὶ μάλιστα, ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας νῦν ἀπεπήδησαν, οὐ ξενιζόμεθα δέ. τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φίλητος πεπόνθασι καὶ πρὸ αὐτῶν Ἰούδας ὁ ἀκολουθήσας τῷ σωτῆρι, ὕστερον γὰρ προδότης καὶ ἀποστάτης γέγονε.