Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.18
Not analysed yet
Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν, ἀλλ’ ὁ μὲν κύριος προείρηκε βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε καὶ πολλοὺς πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ σωτῆρος ἔγραψεν ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν.