Ancient Greek
35.5 to 35.6
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.5-6
Not analysed yet
ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφειν, ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ Ἀχιλεὺς καὶ Ἀειθαλῆς καὶ Καρπώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης οἱ ποτὲ πρεσβύτεροι· καὶ Εὐζώιος καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ Γάιος οἱ ποτὲ διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι.