Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.7
Not analysed yet
ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα. Οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ’ ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ καὶ ἦν ποτε ὅτε οὐκ ἦν. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιος κατ’ οὐσίαν τῷ πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλ’ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ θεῷ σοφίᾳ ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός.