Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.8
Not analysed yet
διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας καὶ ἄρρητός ἐστιν ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως ὁρᾶν αὐτὸν δύναται. καὶ γὰρ καὶ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι.