Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 37
Not analysed yet
καὶ πάλιν νεανικῶς γε λίαν εἶεν, φησίν, ἀπωλόμεθα. τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ κακία τὰς παρ’ ἑαυτῆς σπουδὰς δαψιλῶς κεχορήγηκε, καὶ ὃ πολλῆς ἐωνεῖτο τιμῆς, τοῦτό σοι ῥᾷστα δέδωκε. φέρε δὴ νῦν εἰπέ, ποῦ τὰ σεμνά σού ἐστι παραγγέλματα; ἀπόνιψαι δῆτα τῷ Νείλῳ σαυτόν, εἰ οἷόν τε, ὦ ἀτόπου γέμων ἄνθρωπε ἀναισθησίας· καίτοι σύ γε τὴν οἰκουμένην ἅπασαν τοῖς σεαυτοῦ ἀσεβήμασι διαταράξαι ἐσπούδακας.