Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 38
Not analysed yet
ἆρα γε συνίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐξεπίσταμαι; ἀλλὰ γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον ἔτι δύναμαι καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι, ὦ Ἄρειε δῆτα Ἄρειε. ἡμᾶς μὲν εἰς φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὦ ταλαίπωρε, κατέβαλες. τοῦτό σου τῶν πόνων πέφηνε τὸ τέλος.