Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 40
Not analysed yet
οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ’ ἀνέξονται τέλεον ἀπολέσθαι ταῖς μιαραῖς σου ζητήσεσιν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ σά ἐστι σοφίσματα· καὶ μὴν οὐδὲ αὐτὸς ἀνύσαι τι δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ, ἐπιείκειάν τε καὶ πραότητα λόγων καθυποκρινόμενος καὶ ἁπλότητος ὡς εἰπεῖν προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον ἔσται σου τὸ ὅλον τέχνασμα. αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται. αὐτίκα σου τὰς φλόγας ὁ τῆς δυνάμεως ὡς εἰπεῖν ὄμβρος ἀποσβέσει.