Ancient Greek · ~2 min
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 39
Not analysed yet
Ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φῂς τῶν περὶ σὲ ἀλωμένων. εἰκός, οἶμαι, καὶ δέχου γε τούτους, δέχου, φημί. λύκοις γὰρ ἑαυτοὺς καὶ λέουσι βρωθησομένους ἐκδεδώκασι. πλὴν ἀλλὰ καὶ τούτων ἕκαστος προσθήκῃ κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς αὐτίκα δὴ μάλα ἱδρώσει, ἐὰν μὴ τὴν ταχίστην ἐπὶ τὴν σωτήριον δραμὼν ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας ἐπανέληται.