Ancient Greek
6 to 7
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 6-4-7
Not analysed yet
Ἀλλ’ ὑμεῖς, οὓς λοιπὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία εἰκότως ὑπ’ ἐμοῦ προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν ὑμέτερον συνθεράποντα, οὐκ ἀγνοεῖτε τὸ τῆς ὑμετέρας σωτηρίας ὀχύρωμα, οὗ τὴν φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι’ οὗ τῶν ἡμετέρων ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα, ἀλλὰ καὶ ζῶντας ἔτι τὴν ψυχὴν συνκαθείρξαμεν πρὸς τὸ τὴν τῆς φιλανθρωπίας ἀληθῆ πίστιν ἐκφάναι. ἀλλ’ ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς οἰκουμένης μάλιστα ἀνανέωσιν ἔχαιρον. καὶ γὰρ θαύματος ἦν ἄξιον ἀληθῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν, ἃ πρὸ βραχέος ἐλέγετο τὸν θεὸν ἀγνοεῖν. πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ οὐδεμίαν φιλονεικίας ἐπανῄρηνται φροντίδα; τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγαπητοί, ὡς ὑμᾶς αὐτοὺς αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρᾷ διαθέσει διχονοοῦμεν.