Ancient Greek
Κατὰ Εὐσεβίου καὶ Θεογνίου.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 8-4
Not analysed yet
αὕτη ἄρα ἐστὶν ἡ ἡμετέρα πίστις, αὕτη ἡ τοῦ ἁγιωτάτου νόμου διδασκαλία; ἀλλὰ τίς ἐστιν αἰτία δι’ ἣν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; ὢ τῆς ἀτοπίας, ὢ μίσους ὑπερβολὴ πάσης ἀγανακτήσεως μέγεθος ὑπερβαίνουσα. τίς ἡ τοῦ λῃστηρίου τούτου ἀναπέφανται δεινότης, ἣ τὸν τοῦ θεοῦ υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ πατρὸς οὐσίας προεληλυθέναι; ἆρ’ οὐχὶ πανταχοῦ ἐστιν ὁ θεός, καίτοι γε τοῦτον πάντοτε παρεῖναι ἡμῖν αἰσθανόμεθα; ἆρ’ οὐχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν εὐκοσμία, καίτοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται;