Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 8-3
Not analysed yet
τί οὖν φῂς ταῦτα πράττειν, ἃ μὴ τοῖς ἤθεσι προσῆκε τοῖς σοῖς; ἀλλὰ μεθ’ ὁποίας ἡσυχίας, εἰπέ μοι, ἢ τίνα περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ ἐφ’ ὅ, τι προπετείας ἐληλακώς; ὢ τόλμης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι. ἀκούσατε γάρ, οἷα δεδήλωκε πρώην πρός με, ἰὸν ἀποστάζοντι γράφων τῷ καλάμῳ. οὕτω, φησί, πιστεύομεν. εἶτ’, οἶμαι, προσθεὶς οὐκ οἶδα ἅττα σοβαρῶς πως καὶ μάλα ἀκριβῶς ἐξησκημένα, προιὼν πορρωτέρω οὐδὲν ὅ, τι τῶν δεινῶν ἀπεσιώπησεν, ἀλλ’ ὅλον, ὡς ἂν εἴποι τις, τὸν τῆς παρανοίας ἀνέῳξε θησαυρόν. ἀπελαυνόμεθα, φησί, καὶ τὴν τοῦ εἰσδεχθῆναι ἡμᾶς ἄδειαν ἀφαιροῦνται.