Ancient Greek
9 to 10
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 9-2-10
Not analysed yet
ἀλλ’ οὐδέν πω ταῦτα πρὸς τὸ πρᾶγμα, τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν· αὐτοῦ γὰρ χρήσομαι τοῖς ῥήμασι. δεόμεθα, φησί, ἐὰν ἐπὶ τῆς αὐτῆς ἐπιμείνῃ γνώμης ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ἄδειαν ἡμῖν τοῦ λοιποῦ δοθῆναι κατὰ τὴν τοῦ νόμου διάταξιν τὰς ἐνθέσμους καὶ ἀπαραιτήτους θεραπείας τῷ θεῷ ἐπιτελεῖν. ὦ δεινῆς ἀναιδείας, ἣν σπουδῇ τῆς ἀληθείας ἀπελέγξαι προσῆκεν. ὃ γὰρ αὐτῷ καθ’ ἡδονὴν ἐτύγχανεν ὄν, τοῦτο τῇ συντομίᾳ τῆς φράσεως ἀπετυπώσατο. τί φῂς ἄτοπε; διάστασιν εὐπρόσωπον ἡμῖν τῷ σαθρῷ τῆς κατεαγυίας σου διανοίας ἐπιτειχίζειν μηχανᾷ καὶ τοὺς ἐπὶ κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύδεις;