Ancient Greek
Κατὰ Εὐσεβίου καὶ Θεογνίου.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 9-3
Not analysed yet
Μὴ οὖν ὑμῖν τι πέπρακται; ἀγαπητοὶ ἀδελφοί, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης ἀλγηδόνος· ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπηγγέλλεσθε ὃν θεὸν εἶναι ἀρνεῖσθε, τοῦθ’ ὑμᾶς τοῦ πανώλου διδασκάλου πείθοντος. ἱκετεύω, τίς ἐστιν ὁ διδάξας ταῦτα οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρρήδην βοᾷ.