Ancient Greek · ~9 min
Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου
Athanasius Alexandrinus, De sabbatis et circumcisione (Ms A) 1
Not analysed yet
Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραήλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον. Ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε κύριος τὸν τε οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε. Σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν καὶ τὸ ταύτης τέλος. Ἀκόλουθον ἦν ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο –ἐπὶ τῆς Ἱερουσαλήμ –,ἕως τότε φυλάττειν τὰ σάββατα. Ἐλθούσης δὲ τῆς ἑτέρας γενεᾶς καὶ τοῦ κτιζομένου λαοῦ κατὰ τὸ λεγόμενον· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον· ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος, ἀλλὰ τὴν ἀρχὴν τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν. Τίς δέ ἐστιν, ἢ καθ’ ἣν ἀνέστη ὁ κύριος; Ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις, περὶ ἧς εἶπεν ὁ Παῦλος· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ θεὸς κατέπαυσε. Διὰ τοῦτο καὶ τὸ σάββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης. Ἡ δὲ δευτέρα κτίσις τέλος οὐκ ἔχει. Διὰ τοῦτο οὐδὲ κατέπαυσεν, ἀλλ’ ἕως ἄρτι ἐργάζεται. Ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαββάτων, ἃ οὔτε τέλος λαμβάνει ἡ καινὴ κτίσις, ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει. Διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ, ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως. Τῇ δὲ καινῇ κτίσει οὐκ ἐνετείλατο φυλάττειν σάββατον, ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ κυριακῇ γινώσκῃ, ἀτελεύτητον δὲ ἐπίστηται τὴν ταύτης χάριν. Διὰ τοῦτο δὲ καὶ τὴν ἀρχήν, τουτέστι τὴν κυριακὴν ἐδήλωσεν, ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς. Ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ· καὶ πάλιν· Ἐπὶ συντελείᾳ τῶν αἰώνων. Οὐκοῦν ἡ μὲν πρώτη πεπλήρωται καὶ τετελείωται, οὐκ ἄλλοτε· ἢ ὡς οἱ προφῆται ἔλεγον· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. Τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται, ὡς ὁ Ἱερεμίας φησίν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος. Τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε. Διὰ τοῦτο μετὰ τὸ σάββατον ἀνέστη ὁ κύριος.