Ancient Greek · ~4 min
Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου
Athanasius Alexandrinus, De sabbatis et circumcisione (Ms A) 2
Not analysed yet
Οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ἐδίδου τὸ σάββατον ὁ θεὸς ὁ λέγων· Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, καὶ ὁλοκαύτωμα σαββάτων, ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ. Τῇ ἡμέρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου διαπαντός, ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ διαθήκην αἰώνιον. Εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ ἀργίας οὐκ ἂν προτιθέναι καὶ προσάγειν καὶ σφάζειν, ἐκέλευε τοὺς Λευίτας; Εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἀργία μολύνει, ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται, oὐκ ἄρα ἡ ἀργία καθαρίζει, ἢ διὰ τί μόνοι οἱ Λευῖται τοῦ ἁγιασμοῦ στερίσκονται προσάγοντες καὶ σφάζοντες καὶ προτιθέντες ἐν τῷ σαββάτῳ; Τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσφερόντων.