Ancient Greek
Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου
Athanasius Alexandrinus, De sabbatis et circumcisione (Ms A) 5
Not analysed yet
Διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος, καὶ ἀπαράβατος ἦν ἡ ἐντολή, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων. Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν. Τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ἀπεκδιδυσκόμεθα καὶ ἀνακαινούμεθα τῇ κυριακῇ, ὅτε ὁ παλαιός, ἀπεκδυθείς, ἀνεγεννήθει τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολοσσαεῖς· Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ συνηγέρθητε. Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή, ἣν ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθα, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν’ εἰδεῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. Διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι, καὶ παύει τὸ σάββατον, οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμφότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε καὶ οὐ τὸ σάββατον τὴν ὀγδόην. Ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ἄνθρωπος, ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤργει ἡ περιτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυε τὴν πρώτην.