Ancient Greek
Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου
Athanasius Alexandrinus, De sabbatis et circumcisione (Ms A) 4
Not analysed yet
Οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν, ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. Ἐνετείλατο γὰρ ὁ θεὸς λέγων, ἵνα γινώσκητε, ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε κύριος ὁ θεὸς ἡμῶν ἀπὸ τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι. Ἤθελε δὲ αὐτοὺς γινώσκοντας τὸ τέλος ταύτης ἀρχὴν ζητεῖν ἑτέρας. Τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ σάββατον, ἀρχὴ δὲ τῆς δευτέρας ἡ κυριακή, ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν. Ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως. Οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν ἐτελείωσε. Διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετελὲσθη καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων, ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ὁ λόγος φησίν· Ἦλθον τελειῶσαι τὸ ἔργον. Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν ἐπετελείωσε. Φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ πατὴρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα, ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ. Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαντος τοῦ Ἀδάμ, ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ. Διὰ τοῦτο, τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα· Αὕτη ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος. Ἀνθ’ ἡλίου γὰρ θεὸς ἀνατέλλει καταυγάζων τῇ ἑκάστου ψυχῇ. Διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ πάθει οὐκ ἔφανεν ἥλιος σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ σωτῆρος ἀνατέλλουσαν. Ἣν ἑωρακὼς ὁ προφήτης φησίν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ πάλιν· Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ ἥλιος δικαιοσύνης. Οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ κυρίῳ .