Ancient Greek
75.1
Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.] 75.1
Unproofread scanNot analysed yet
προσῆτι ἐλεγον · «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκ-χέω ἀπὸ τοῦ Πνεύματός μου. »Τέλος δὲ ἔχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται, ὡς ὁ Ἱερεμίας φησιν (94) · «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος. »Τέλος δὲ ἔχουσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε · διὰ τοῦτο μετὰ τὸ Σάββατον ἀνέστη ὁ Κύ-ριος · οὐ γὰρ προηγουμένως εἰνεκεν (95) τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ἐδίδου τὸ Σάββατον ὁ Θεὸς ὁ λέγων · «Ὁδοὶ ἀργῶν ἐστρωμέναι ἀκάνθαις, »καὶ ὁ προσ-τάττων ἐν τοῖς Ἀριθμοῖς · «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββά-των προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμίμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, καὶ ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. »Καὶ πάλιν πρὸ ὀλίγων λέγει (96) ἐν τοῖς ἀνωτέρω · «Καὶ ἐπιθήσετε ἐπὶ τὸ θύμα λίβανον καθαρόν, καὶ ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν, προσκεί-μενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν Σαββάτων προτεθή-σεται (97) ἐναντὶ Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον. »Εἰ γὰρ ἐκείνῳ αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι, καὶ προσάγειν, καὶ σφάζειν, ἐκέλευε τοὺς Λευίτας. Εἰ γὰρ ἡ ἀργία ἀγιάζει, δηλοῦντί· ἡ ἐργασία μολύνει· ἀλλ' οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται (98)· οὐκ ἄρα ἡ ἀργία κα-θαρίζει. "Ἡ δ' ἀ τί μόνοι οἱ Λευῖται τοῦ ἀγιασμοῦ στε-ρίζονται, προσάγοντες, καὶ σφάζοντες, καὶ προτι-θέντες (99) ἐν τῷ Σαββάτῳ; Τοσοῦτόν γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσω καὶ ἱλάσκονται, ὑπὲρ τῶν προσ-φερόντων.