Ancient Greek
75.2
Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.] 75.2
Unproofread scanNot analysed yet
3. Οὐκοῦν οὐχ ἀργίαν σημαίνει τὸ Σάββατον, ἀλλὰ γνῶσιν μὲν τοῦ Ποιητοῦ, παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ διαμαρ-τύρεται λέγων ὁ Θεός (1) · «Καὶ τὰ Σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἐν μέσῳ ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γινώσκει αὐτούς, ὅτι ἐγὼ Κύριος ὁ ἀγιάζων αὐτούς. »Γνώσεως ἄρα καὶ οὐχ ἀργίας ἐνε-κεν (2) δέδω τὸ Σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαϊοτέραν τῆς ἀργίας. Διὰ τοῦτο ὁ Κύριος ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχας · «Εἰ ἐγνώσκετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν. »Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ Σαββάτῳ ἠτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ Σαββάτου οὐχ ἔχετε (3), ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. Διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύουσι σάλπιζειν οἱ τὸν νόμον τοῦ Σαββάτου λαβόντες ἑπτὰ ἡμέρας (4), ἐν αἷς