Ancient Greek · ~2 min
Chapter 9
Athanasius Alexandrinus, De sententia Dionysii 9.4
Not analysed yet
καὶ ὁ τὰ ἀνθρώπινα τοῦ λόγου γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ’ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ’ ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπος γενόμενος ὁ κύριος δείκνυσι τὸ μὲν κλαίειν τοῦ ἀνθρωπίνου, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν αὐτὸν καὶ διψῶντα οἶδε σωματικῶς, θεικῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ κείμενον μὲν οἶδεν ἐν μνημείῳ σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ’ αὐτοῦ τοῦ λόγου.