Ancient Greek · ~2 min
Chapter 22
Athanasius Alexandrinus, De sententia Dionysii 22.2
Not analysed yet
λέγων γάρ· οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ, καὶ πάλιν· ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενές, προφαινόμενον αὐτοῦ· ἐχρῆν μηδένα τὸ σύνολον ὑπονοεῖν τινα τοιαῦτα κατ’ αὐτοῦ. καὶ τὰ παραδείγματα δὲ τῆς πηγῆς καὶ τοῦ ποταμοῦ καὶ τῆς ῥίζης καὶ τοῦ βλαστοῦ καὶ τοῦ πνεύματος καὶ τῆς ἀτμίδος καταισχύνει τοὺς χριστομάχους τἀναντία θρυλοῦντας κατ’ αὐτοῦ.