Ancient Greek · ~3 min
Chapter 23
Athanasius Alexandrinus, De sententia Dionysii 23.1
Not analysed yet
Ἐπειδὴ δὲ πρὸς πᾶσι τοῖς ἑαυτοῦ κακοῖς ὁ Ἄρειος καὶ τοῦτο συμπεφόρηκεν ἑαυτῷ ῥημάτιον ὡς ἐκ κοπρίας καὶ προστίθησιν, ὡς ἄρα ὁ λόγος οὐκ ἔστιν ἴδιος τοῦ πατρός, ἀλλ’ ἄλλος μέν ἐστιν ὁ ἐν τῷ θεῷ λόγος, οὗτος δὲ ὁ κύριος ξένος μὲν καὶ ἀλλότριός ἐστι τῆς τοῦ πατρὸς οὐσίας, κατ’ ἐπίνοιαν δὲ μόνον λέγεται λόγος καὶ οὐκ ἔστι μὲν κατὰ φύσιν καὶ ἀληθινὸς τοῦ θεοῦ υἱός, κατὰ θέσιν δὲ λέγεται καὶ οὗτος υἱὸς ὡς κτίσμα, καὶ τοιαῦτα λέγων αὐχεῖ παρὰ τοῖς ἀγνοοῦσιν ὡς καὶ ἐν τούτοις ἔχων ὁμόδοξον τὸν Διονύσιον, ὅρα καὶ τὴν περὶ τούτων πίστιν τοῦ Διονυσίου καὶ πῶς μάχεται ταῖς τοιαύταις Ἀρείου κακονοίαις.