Ancient Greek · ~2 min
Chapter 23
Athanasius Alexandrinus, De sententia Dionysii 23.2
Not analysed yet
γράφει γὰρ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ οὕτως· προείρηται μὲν οὖν, ὅτι πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ θεός· ποταμὸς δὲ ὑπ’ αὐτοῦ προχεόμενος ὁ υἱὸς ἀναγέγραπται. ἀπόρροια γὰρ νοῦ λόγος καί, ὡς ἐπ’ ἀνθρώπων εἰπεῖν, ἀπὸ καρδίας διὰ στόματος ἐξοχετεύεται, ἕτερος γινόμενος τοῦ ἐν καρδίᾳ λόγου ὁ διὰ γλώσσης νοῦς προπηδῶν. ὁ μὲν γὰρ ἔμεινε προπέμψας καὶ ἔστιν οἷος ἦν, ὁ δὲ ἐξέπτη προπεμφθεὶς καὶ φέρεται πανταχοῦ· καὶ οὕτως ἐστὶν ἑκάτερος ἐν ἑκατέρῳ ἕτερος ὢν θατέρου, καὶ ἕν εἰσιν ὄντες δύο. οὕτω γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἓν καὶ ἐν ἀλλήλοις ἐλέχθησαν εἶναι.