Ancient Greek · ~3 min
Chapter 23
Athanasius Alexandrinus, De sententia Dionysii 23.3
Not analysed yet
ἐν δὲ τῷ τετάρτῳ βιβλίῳ οὕτως λέγει· ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ’ ἑαυτοῦ τὸν λόγον, ὡς εἶπεν ὁ προφήτης· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν ,καὶ ἔστι μὲν ἑκάτερος ἕτερος θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν ἐν τῇ καρδίᾳ, ὁ δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν διεστήκασιν οὐδὲ καθάπαξ ἀλλήλων στέρονται οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε ἄνους ὁ λόγος, ἀλλ’ ὅ γε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς καὶ ὁ λόγος δείκνυσι τὸν νοῦν ἐν αὐτῷ γενόμενος, καὶ ὁ μὲν νοῦς ἐστιν οἷον λόγος ἐγκείμενος, ὁ δὲ λόγος νοῦς προπηδῶν.