Ancient Greek · ~2 min
Chapter 23
Athanasius Alexandrinus, De sententia Dionysii 23.4
Not analysed yet
καὶ μεθίσταται μὲν ὁ νοῦς εἰς τὸν λόγον, ὁ δὲ λόγος τὸν νοῦν εἰς τοὺς ἀκροατὰς ἐγκυκλεῖ. καὶ οὕτως ὁ νοῦς διὰ τοῦ λόγου ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐνιδρύεται συνεισιὼν τῷ λόγῳ· καὶ ἔστιν ὁ μὲν οἷον πατὴρ ὁ νοῦς τοῦ λόγου ὢν ἐφ’ ἑαυτοῦ, ὁ δὲ καθάπερ υἱὸς ὁ λόγος τοῦ νοῦ, πρὸ ἐκείνου μὲν ἀδύνατον ἀλλ’ οὐδὲ ἔξωθέν ποθεν σὺν ἐκείνῳ γενόμενος, βλαστήσας δὲ ἀπ’ αὐτοῦ. οὕτως ὁ πατήρ, ὁ μέγιστος καὶ καθόλου νοῦς, πρῶτον τὸν υἱὸν λόγον ἑρμηνέα καὶ ἄγγελον ἑαυτοῦ, ἔχει.