Ancient Greek · ~1 min
Chapter 24
Athanasius Alexandrinus, De sententia Dionysii 24.1
Not analysed yet
Τούτων ἢ οὐκ ἤκουσέ ποτε Ἄρειος ἢ ἀκούσας οὐκ ἐνόησεν ὁ ἀμαθής. οὐκ ἂν γάρ, εἴπερ ἦν νοήσας, κατεψεύδετο τοσοῦτον κατὰ τοῦ ἐπισκόπου, ἀλλὰ πάντως καὶ αὐτὸν ὡς ἡμᾶς ἐλοιδόρει διὰ τὸ πρὸς τὴν ἀλήθειαν μῖσος. χριστομάχος γὰρ ὢν οὐκ ὀκνήσει καὶ τοὺς τὰ Χριστοῦ φρονοῦντας διώκειν, ὡς αὐτὸς ὁ κύριος προείρηκεν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.