Ancient Greek · ~2 min
Chapter 24
Athanasius Alexandrinus, De sententia Dionysii 24.2
Not analysed yet
ἢ εἰ νομίζουσιν οἱ προστάται τῆς ἀσεβείας ὁμόφρονα τὸν Διονύσιον ἑαυτοῖς εἶναι, γραψάτωσαν ταῦτα καὶ ὁμολογείτωσαν· γραψάτωσαν τὴν ἄμπελον καὶ τὸν γεωργόν, τὸ σκάφος καὶ τὸν ναυπηγόν, καὶ ἅμα ὁμολογείτωσαν καὶ ἅπερ εἶπεν ἀπολογούμενος τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας εἶναι τὸν υἱὸν καὶ τὸ ἀίδιον καὶ τὸν νοῦν πρὸς τὸν λόγον τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὰ ἄλλα, ἵνα κἂν ἐκ τῆς διαφορᾶς γνῶσιν, πῶς ἐκεῖνα μὲν κατ’ οἰκονομίαν, ταῦτα δὲ ὡς ὁ τῆς εὐσεβοῦς πίστεως βούλεται λόγος εἴρηκε, καὶ λοιπὸν ταῦτα λέγοντες ἀναιρῶσιν ἅπερ κατ’ αὐτῶν τούτων ἐφρόνησαν.