Ancient Greek · ~2 min
Chapter 24
Athanasius Alexandrinus, De sententia Dionysii 24.3
Not analysed yet
τί γὰρ κἂν ἐγγὺς ἔχει τῶν Ἀρείου κακῶν ἡ Διονυσίου πίστις; οὐχ ὁ μὲν Ἄρειος κατ’ ἐπίνοιαν λέγει τὸν λόγον, ὁ δὲ Διονύσιος ἀληθινὸν καὶ φύσει λόγον τοῦ θεοῦ; καὶ ὁ μὲν ἀποξενοῖ τὸν λόγον ἀπὸ τοῦ πατρός, ὁ δὲ ἴδιον καὶ ἀδιαίρετον τῆς τοῦ πατρὸς οὐσίας αὐτὸν εἶναι διδάσκει, ὡς ἔστιν ὁ λόγος πρὸς τὸν νοῦν καὶ ποταμὸς πρὸς τὴν πηγήν.