Ancient Greek · ~3 min
Chapter 24
Athanasius Alexandrinus, De sententia Dionysii 24.4
Not analysed yet
εἰ μὲν οὖν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τις δύναται ἢ τὸν ποταμὸν καὶ τὴν πηγὴν μερίσαι καὶ τειχίσας διελεῖν ἢ τὸν ποταμὸν ἑτεροούσιον εἰπεῖν πρὸς τὴν πηγὴν καὶ ξένον τὸ ὕδωρ δεῖξαι ἢ τὸ ἀπαύγασμα τολμᾷ διελεῖν ἀπὸ τοῦ φωτὸς καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίας εἶναι τὸ ἀπαύγασμα καὶ μὴ ἐκ τοῦ φωτός, μαινέσθω μετὰ Ἀρείου. ὁ γὰρ τοιοῦτος μηδὲ νοῦν ἀνθρώπινον ἔχων ἔτι φανήσεται. εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις καὶ τὸ τούτων γέννημα ἴδιον, μήτε τὰ Ἀρείου τις ἔτι λοιπὸν φρονείτω μήτε Διονύσιον διαβαλλέτω, ἀλλὰ καὶ μᾶλλον ἐκ τούτων αὐτοῦ θαυμαζέτω τήν τε τοῦ λόγου λευκότητα καὶ τὴν τῆς πίστεως ὀρθότητα.