Ancient Greek · ~3 min
Chapter 25
Athanasius Alexandrinus, De sententia Dionysii 25.1
Not analysed yet
Ὅτι γὰρ πρὸς τὴν μανίαν Ἀρείου λέγοντος ἄλλον εἶναι τὸν ἐν τῷ θεῷ λόγον καὶ ἄλλον, περὶ οὗ φησιν ὁ Ἰωάννης· ἐν ἀρχῇ ἦν ὁ λόγος ,καὶ ἄλλην μὲν ἰδίαν σοφίαν εἶναι ἐν τῷ θεῷ, ἄλλην δὲ περὶ ἧς φησιν ὁ ἀπόστολος Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία ,πάλιν ὁ Διονύσιος ἀνθίσταται καὶ διαβάλλει τὴν τοιαύτην κακοδοξίαν, ὅρα πάλιν πῶς ἐν τῷ δευτέρῳ γράφει περὶ τούτων οὕτως· ἐν ἀρχῇ ἦν ὁ λόγος· ἀλλ’ οὐκ ἦν λόγος ὁ τὸν λόγον προέμενος· ἦν γὰρ ὁ λόγος πρὸς τὸν θεόν. σοφία γεγέννηται ὁ κύριος· οὐκ ἦν οὖν σοφία ὁ τὴν σοφίαν ἀνείς· ἐγὼ γὰρ ἤμην, φησίν, ᾗ προσέχαιρεν .