Ancient Greek
Chapter 25
Athanasius Alexandrinus, De sententia Dionysii 25.2
Not analysed yet
ἀλήθειά ἐστιν ὁ Χριστός· εὐλογητὸς δέ, φησίν, ὁ θεὸς τῆς ἀληθείας. ἐνταῦθα καὶ Σαβέλλιον καὶ Ἄρειον ἀνατρέπει καὶ ἀμφοτέρας τὰς αἱρέσεις ἴσας ἐν ἀσεβείᾳ δείκνυσιν. οὔτε γὰρ λόγος ἐστὶν ὁ τοῦ λόγου πατὴρ οὔτε ποίημά ἐστι τὸ ἐκ τοῦ πατρός, ἀλλὰ ἴδιον τῆς οὐσίας αὐτοῦ γέννημα, πάλιν τε οὐκ ἔστι πατὴρ ὁ προελθὼν λόγος οὐδὲ πάλιν ἐκ πολλῶν εἷς ἐστιν οὗτος λόγος, ἀλλὰ μόνος ἐστὶ τοῦ πατρὸς υἱός, ἀληθινὸς καὶ φύσει γνήσιος, ὁ καὶ νῦν ὢν ἐν αὐτῷ καὶ ἀιδίως καὶ ἀδιαιρέτως ὢν ἐξ αὐτοῦ.