Ancient Greek · ~2 min
Chapter 25
Athanasius Alexandrinus, De sententia Dionysii 25.3
Not analysed yet
οὕτω καὶ σοφία καὶ ἀλήθειά ἐστιν ὁ κύριος καὶ οὐκ ἔστιν ἄλλης σοφίας δεύτερος, ἀλλὰ μόνος οὗτός ἐστι, δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ. καὶ ἐν αὐτῷ συνεστήσατο τῶν γενητῶν τὰς ποικίλας οὐσίας, δι’ αὐτοῦ τε γνωρίζεται, οἷς ἂν ἐθέλῃ, καὶ ἐν αὐτῷ τὴν τῶν πάντων πρόνοιαν ποιεῖται καὶ ἐργάζεται. μόνον γὰρ τοῦτον οἶδε τοῦ θεοῦ λόγον καὶ Διονύσιος.