Ancient Greek · ~1 min
Chapter 25
Athanasius Alexandrinus, De sententia Dionysii 25.4
Not analysed yet
αὕτη τοῦ Διονυσίου ἡ πίστις· ὀλίγα γὰρ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ συναγαγὼν ἔγραψα δυνάμενα παρασχεῖν σοὶ μὲν ἀφορμὴν εἰς τὸ πλείονα προστιθέναι, τοῖς δὲ Ἀρειανοῖς μεγίστην αἰσχύνην διὰ τὴν κατὰ τοῦ ἐπισκόπου συκοφαντίαν. ἐν πᾶσι γὰρ καὶ καθ’ ἕκαστον, δι’ ὧν ἔγραψεν, ἤλεγξεν αὐτῶν τὴν κακοφροσύνην καὶ τὴν αἵρεσιν αὐτῶν ἐστηλίτευσεν.