Ancient Greek · ~3 min
Chapter 26
Athanasius Alexandrinus, De sententia Dionysii 26.1
Not analysed yet
Οὐκοῦν ἀπὸ τούτων δείκνυται καὶ ἡ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολὴ οὐ φαύλῃ διανοίᾳ, ἀλλὰ κατ’ οἰκονομίαν γραφεῖσα παρ’ αὐτοῦ· τοῦτο γὰρ καὶ ἡ ἀπολογία αὐτοῦ δείκνυσι. καὶ ἔστιν ἀληθῶς τύπος οὗτος πιθανὸς πρὸς ἀνατροπὴν τῆς Σαβελλίου μανίας, ὥστε τὸν βουλόμενον ταχέως διελέγχειν τοὺς τοιούτους μὴ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι τὴν ἀρχήν (ὅτι λόγος καὶ σοφία καὶ δύναμίς ἐστιν ὁ υἱός, καὶ ὅτι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,ἵνα μὴ τὰ καλῶς εἰρημένα παρεξηγούμενοι ἐκεῖνοι πρόφασιν τῆς ἀναισχύντου φιλονεικίας ἑαυτῶν τὰ τοιαῦτα πορίσωνται ἀκούοντες, ὅτι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,καὶ· ὁ ἐμὲ ἑωρακώς, ἑώρακε τὸν πατέρα ),ἀλλὰ τὰ ἀνθρωπίνως εἰρημένα περὶ τοῦ σωτῆρος προβάλλειν, ὥσπερ αὐτὸς πεποίηκεν, οἷά ἐστι τὸ πεινῆν, τὸ κοπιᾶν καὶ ὅτι ἄμπελος καὶ ηὔχετο καὶ πέπονθεν.