Ancient Greek · ~1 min
Chapter 26
Athanasius Alexandrinus, De sententia Dionysii 26.2
Not analysed yet
ὅσῳ γὰρ ταῦτα ταπεινὰ λέγεται, τοσούτῳ δείκνυται μὴ ὁ πατὴρ γενόμενος ἄνθρωπος. ἀνάγκη γὰρ καὶ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδοῦντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός.