Ancient Greek · ~2 min
Chapter 26
Athanasius Alexandrinus, De sententia Dionysii 26.3
Not analysed yet
ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι’ ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. διὰ τοῦτο γοῦν ἐπειδὴ τῆς σαρκὸς γενητῆς οὔσης γέγονεν, ὡς ὁ Ἰωάννης φησίν, ὁ λόγος σάρξ ,καίτοι κατὰ φύσιν ἴδιος καὶ ἀδιαίρετος ὢν τοῦ πατρός, ὅμως δι’ αὐτὴν λέγεται καὶ ὁ πατὴρ μακρὰν ἀπ’ αὐτοῦ. τὰ γὰρ τῆς σαρκὸς ἴδια αὐτὸς ἀνέχεται περὶ αὐτοῦ λέγεσθαι, ἵνα δειχθῇ ὅτι οὐκ ἄλλου ἀλλ’ αὐτοῦ ἦν ἴδιον τὸ σῶμα.