Ancient Greek · ~2 min
Chapter 26
Athanasius Alexandrinus, De sententia Dionysii 26.4
Not analysed yet
τοιαύτης δὲ τῆς διανοίας οὔσης ταχύτερον ἐλεγχθήσεται Σαβέλλιος, ὅτι μή ἐστιν ὁ πατὴρ ὁ γενόμενος σάρξ, ἀλλ’ ὁ τούτου λόγος ὁ καὶ ταύτην λυτρούμενος καὶ προσάγων τῷ πατρί. οὕτω δὲ διελέγξας καὶ πείσας λοιπὸν καὶ περὶ τῆς τοῦ λόγου θεότητος ἑτοιμότερον διδάξει, ὅτι ὁ λόγος καὶ σοφία, υἱὸς καὶ δύναμις, ἀπαύγασμα, χαρακτήρ. ἀνάγκη γὰρ καὶ ἐνταῦθα πάλιν νοεῖν, ὅτι τοῦ λόγου ὄντος εἶναι δεῖ καὶ τὸν πατέρα τοῦ λόγου καὶ σοφίας οὔσης εἶναι καὶ τὸν ταύτης γονέα καὶ ἀπαυγάσματος ὄντος εἶναι καὶ τὸ φῶς, καὶ οὕτως εἶναι τὸν υἱὸν καὶ τὸν πατέρα ἕν.