Ancient Greek · ~2 min
Chapter 27
Athanasius Alexandrinus, De sententia Dionysii 27.1
Not analysed yet
Ταῦτα Διονύσιος εἰδὼς ἔγραψε καὶ ἐν ἐκείνοις μὲν Σαβέλλιον ἐφίμωσεν, ἐν τούτοις δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέστρεψε. καὶ γὰρ ὥσπερ ἀνατρέπει Σαβέλλιον τὰ ἀνθρώπινα τοῦ σωτῆρος, οὕτω καὶ πρὸς τοὺς Ἀρειομανίτας οὐκ ἀπὸ τῶν ἀνθρωπίνων, ἀλλ’ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι χρὴ τοὺς κατ’ αὐτῶν ἐλέγχους, ἵνα μὴ καὶ οὗτοι τὰ διὰ τὸ σῶμα λεχθέντα περὶ τοῦ κυρίου παρεξηγούμενοι νομίσωσι τοιοῦτον εἶναι τὸν λόγον, οἷοί ἐσμεν ἡμεῖς οἱ ἄνθρωποι, καὶ λοιπὸν ἐπιμείνωσι τῇ ἑαυτῶν μανίᾳ.