Ancient Greek · ~2 min
Chapter 3
Athanasius Alexandrinus, De sententia Dionysii 3.4
Not analysed yet
μέγα μὲν οὖν τεκμήριον τοῦ μηδὲ τοῦτο λέγειν αὐτοὺς ἀληθές, ἀλλὰ τὸν ἄνδρα συκοφαντεῖν, ὅτι μήτε παρ’ ἑτέρων ἐπισκόπων ἐπ’ ἀσεβείᾳ καταγνωσθεὶς ἀπεβλήθη τῆς ἐπισκοπῆς ὥσπερ οὗτοι τοῦ κλήρου μήτε αὐτὸς ὡς αἵρεσιν ἐκδικῶν ἐξῆλθε τῆς ἐκκλησίας, ἀλλ’ ἐν αὐτῇ κεκοίμηται καλῶς καὶ ἡ μνήμη μέχρι νῦν αὐτοῦ μετὰ τῶν πατέρων ἐστὶ καὶ γέγραπται. εἰ γὰρ ἦν τὰ τούτων φρονήσας ἢ περὶ ὧν ἔγραψε μὴ ἦν ἀπολογησάμενος, οὐκ ἦν ἀμφίβολον, ὅτι πάντως τὰ αὐτὰ καὶ αὐτὸς αὐτοῖς ἐπεπόνθει.