Ancient Greek
136.2
Athanasius Alexandrinus, De Virginitate [Sp.] 136.2
Unproofread scanNot analysed yet
5. Μέγα φάρμακόν ἐστι σωτηρίαν ἡ ταπεινοφροσύνη· ὁ γὰρ Σατανᾶς οὐχ ἔνεκεν πορνείας, ἢ μοιχείας, ἢ κλοπῆς κατενέχθη ἐκ τῶν οὐρανῶν, ἀλλ’ ἡ ὑπερηφανία αὐτὸν κατέβαλεν εἰς τὰ κάτωτερα μέρη τῆς ἀβύσσου. Οὕτω γὰρ εἴρηκέν· «Ἀναβήσομαι, καὶ θρόνους τὸν θρόνον μου ἄνωτερον τοῦ Θεοῦ, καὶ ἔσομαι ὁμοῖος τῷ Ὑψίστῳ· »καὶ διὰ τοῦτον τὸν λόγον κατεβλήθη, καὶ ἐγένετο ἡ κληρονομία αὐτοῦ τὸ πῦρ τὸ αἰώνιον. Ἡ σὺν ὑπερηφανία ἐν τῷ διαβόλῳ ἐστίν· ἡ δὲ ταπεινοφροσύνη ἐν τῷ Χριστῷ· αὐτὸς γὰρ ὁ Κύριος λέγει, ὅτι «Θέλω ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων δοῦλος. »«Ὁ γὰρ Θεὸς τῶν ταπεινῶν ἐστιν (93).