Ancient Greek
136.3
Athanasius Alexandrinus, De Virginitate [Sp.] 136.3
Unproofread scanNot analysed yet
6. Ἀγαπητῶμεν ἀφόρως τὴν νηστείαν· μέγα γὰρ φυλακτήριόν ἐστιν ἡ νηστεία, καὶ ἡ προσευχή, καὶ ἡ ἐλεημοσύνη· ἐκ θανάτου γὰρ ῥύονται τὸν ἄνθρωπον. Ὡσπερ γὰρ διὰ βρώματος καὶ παρακοῆς ἐξέβλη ὁ Ἄδαμ ἐκ τοῦ παραδείσου, οὕτω πάλιν διὰ νηστείας καὶ ὑπακοῆς ὁ θέλων εἰσέρχεται εἰς τὸν παράδεισον. Ἐν ταύτῃ τῇ ἀρετῇ κόσμησον τὸ σῶμά σου (94), ὦ παρθένε, καὶ ἀρέσεις τῷ ἐπουρανίῳ νυμφίῳ· αἱ γὰρ τῷ κόσμῳ συναντιπρέπει, καὶ μύροις, καὶ θυμιάμασι, καὶ εὐωδίαις, καὶ ἐν ἱματίοις πολυτελεσίν, καὶ χρυσῷ καλλωπίζουσαι τὰ σώματα ἐαυτῶν πρὸς τὸ ἀρέσαι τοῖς ἀνθρώποις, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὁ δὲ Χριστὸς οὐδὲν τούτων χρήζει παρὰ σοῦ, εἰ μὴ μόνον καρδίαν καθαρὰν, καὶ σῶμα ἀμόλυντον, ὑπωπιαζόμενον ὑπὸ νηστείας. Ἐὰν δὲ ἐρωτῶνται τινες καὶ λέγωσί σοι, ὅτι μὴ νηστεύε πυκνά· εἰ δὲ μὴ γε, ἀσθενεστέρα γενήση· οὐ πιστεύσης αὐτοῖς, οὐδ’ οὐ μὴ ὑπακούσης αὐτῶν (95)· ὁ γὰρ ἐχθρὸς αὐτοὺς ὑποβάλλει. Μνήσθητι τὸ γεγραμμένον, ὅτι τρεῖς παῖδες καὶ Δανιὴλ ἠχμαλωτεύθησαν ὑπὸ Ναβουχοδονοσὼρ βασιλέως Βαβυλῶνος, καὶ ἄλλα παιδάριά μετ’ αὐτῶν, καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς ἐσθίειν ἀπὸ τῆς τραπέζης αὐτοῦ, καὶ πίνειν ἀπὸ τοῦ οἴνου αὐτοῦ· Δανιὴλ δὲ καὶ οἱ τρεῖς παῖδες, αὐτοὶ οὐκ ἠθέλησαν (96) ἀλισθῆναι ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, ἀλλὰ λέγουσι τῷ εὐνοῦχῳ τῷ παραλαβόντι αὐτούς· «Ἀδὴ ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγώμεθα. »Καὶ λέγει αὐτοῖς ὁ εὐνοῦχος· Φοβοῦμαι ἐγὼ τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρώσιν ὑμῶν καὶ τὴν πόσιν, μήποτε ὁφθῶσι τὰ πρόσωπα ὑμῶν σχυ-