Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Afros 1.1
Not analysed yet
Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμάσου τοῦ ἐπισκόπου τῆς μεγάλης Ῥώμης καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων, οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως ,ἣν ὁ μὲν κύριος ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν καὶ οἱ πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἀπὸ πάσης τῆς καθ’ ἡμᾶς οἰκουμένης. τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται.