Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Afros 1.2
Not analysed yet
ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων ὑπομνησθέντες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν καὶ Δαρδανίαν καὶ Μακεδονίαν Ἠπείρους τε καὶ τὴν Ἑλλάδα καὶ Κρήτην καὶ τὰς ἄλλας νήσους Σικελίαν τε καὶ Κύπρον καὶ Παμφυλίαν Λυκίαν τε καὶ Ἰσαυρίαν καὶ πᾶσαν τὴν Αἴγυπτον καὶ τὰς Λιβύας καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι εἰ καί τι περιελέλειπτο παρ’ αὐτοῖς ἐκ τῆς ῥίζης τῆς τῶν Ἀρειανῶν ἄνω φύουσα πικρία ,Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, οὗτοι διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπηλείφθησαν.