Ancient Greek · ~2 min
10.1 to 10.2
Athanasius Alexandrinus, Epistula ad Afros 10.1-2
Not analysed yet
Ἔπρεπε μὲν οὖν διὰ πλειόνων τὰ τοιαῦτα γράφειν, ἐπειδὴ δὲ πρὸς εἰδότας ὑμᾶς γράφομεν, διὰ τοῦτο συντόμως ὑπηγορεύσαμεν εὐχόμενοι παρὰ πᾶσι σώζεσθαι τὸν σύνδεσμον τῆς εἰρήνης καὶ πάντας τοὺς τῆς καθολικῆς ἐκκλησίας τὸ αὐτὸ λέγειν ,τὸ αὐτὸ φρονεῖν . καὶ οὐχ ὡς διδάσκοντες ἀλλ’ ὡς ὑπομιμνήσκοντές ἐσμεν. ἐσμὲν δὲ οὐχ ἡμεῖς οἱ γράφοντες μόνοι, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐνενήκοντά που ἐπίσκοποι. πάντων γὰρ ἕν ἐστι τοῦτο φρόνημα καὶ ὑπὲρ ἀλλήλων ἀεὶ ὑπογράφομεν, ἐὰν συμβῇ τινα μὴ παρεῖναι.