Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 9
Athanasius Alexandrinus, Epistula ad Afros 9.3
Not analysed yet
διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες ὁμοούσιον εἶναι τὸν υἱὸν ἐπήγαγον εὐθύς· τοὺς δὲ λέγοντας κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων ἢ ἦν ποτε ὅτε οὐκ ἦν ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία, ἵνα διὰ τούτων γνωρίσωσιν, ὅτι ταῦτα σημαίνει τὸ ὁμοούσιον καὶ ἡ τοῦ ὁμοουσίου δύναμις γινώσκεται ἐκ τοῦ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν υἱὸν καὶ ὅτι ὁ λέγων ὁμοούσιον οὐ φρονεῖ κτίσμα εἶναι τὸν λόγον καὶ ὁ ἀναθεματίζων τὰ προειρημένα ὁμοούσιον ἅμα φρονεῖ εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ ὁ ὁμοούσιον λέγων γνήσιον καὶ ἀληθινὸν λέγει τὸν υἱὸν τοῦ θεοῦ καὶ ὁ γνήσιον λέγων νοεῖ τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα .