Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 10
Athanasius Alexandrinus, Epistula ad Afros 10.3
Not analysed yet
οὕτως οὖν διακείμενοι, ἐπειδὴ συνέβη συνελθεῖν ἡμᾶς, ἐγράψαμεν καὶ τῷ ἀγαπητῷ ἡμῶν Δαμάσῳ τῷ ἐπισκόπῳ τῆς μεγάλης Ῥώμης περὶ Αὐξεντίου τοῦ ἐπελθόντος τῇ ἐν Μεδιολάνῳ ἐκκλησίᾳ διηγούμενοι τὰ κατ’ αὐτόν, ὅτι τε οὐ μόνον τῆς ἀρειανῆς αἱρέσεώς ἐστι κοινωνός, ἀλλὰ καὶ ὑπεύθυνός ἐστι πολλοῖς κακοῖς πράξας ταῦτα μετὰ Γρηγορίου τοῦ κοινωνοῦ τῆς ἀσεβείας αὐτοῦ, καὶ θαυμάζοντες, πῶς μέχρι νῦν οὐ καθῃρέθη καὶ ἐκβέβληται τῆς ἐκκλησίας, καὶ χάριν ὡμολογήσαμεν τῇ θεοσεβείᾳ αὐτοῦ τε καὶ τῶν συνελθόντων ἐν τῇ μεγάλῃ Ῥώμῃ, ὅτι καὶ τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας ἐκβάλλοντες ἔσωσαν τὴν ὁμοψυχίαν τῆς καθολικῆς ἐκκλησίας· ἣν καὶ παρ’ ὑμῖν εὐχόμενοι σώζεσθαι παρακαλοῦμεν μὴ ἀνέχεσθαι, καθὰ προείπομεν, τῶν προβαλλομένων ὄχλον συνόδων προφάσει πίστεως, τὴν ἐν Ἀριμήνῳ, τὴν ἐν Σιρμίῳ, τὴν ἐν τῇ Ἰσαυρίᾳ, τὴν ἐν τῇ Θρᾴκῃ, τὰς ἐν Κωνσταντινουπόλει, τὰς ἐν Ἀντιοχείᾳ πολλὰς καὶ ἀτάκτους.