Ancient Greek
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 10
Athanasius Alexandrinus, Epistula ad Afros 10.4
Not analysed yet
ἀλλὰ μόνον κρατείτω παρ’ ὑμῖν ἡ ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσα πίστις, ἐν ᾗ καὶ πάντες καὶ τῶν νῦν μαχομένων πρὸς αὐτὴν παρῆσαν πατέρες, καθὰ προείπομεν, καὶ ὑπέγραψαν, ἵνα καὶ περὶ ἡμῶν ὁ ἀπόστολος εἴπῃ· ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις οὕτω κατέχετε.